Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.4 Joseph. AJ 5.9 (English) >>Joseph. AJ 5.14

5.7ὡς δὲ γενομένης ὀψίας ὑποχωροῦσιν εἴς τι καταγώγιον τοῦ τείχους πλησίον, εἰς καὶ προήχθησαν δειπνοποιησάμενοι καὶ περὶ ἀπαλλαγῆς αὐτοῖς τὸ λοιπὸν φροντὶς ἦν, 5.8μηνύονται τῷ βασιλεῖ περὶ δεῖπνον ὄντι κατασκεψόμενοί τινες τὴν πόλιν ἀπὸ τοῦ τῶν Ἑβραίων στρατοπέδου παρεῖναι καὶ ὄντες ἐν τῷ τῆς Ῥαάβης καταγωγίῳ μετὰ πολλῆς τῆς τοῦ λανθάνειν προνοίας ὑπάρχειν. δʼ εὐθὺς πέμψας πρὸς αὐτοὺς ἐκέλευσεν ἀγαγεῖν συλλαβόντας, ἵνα βασανίσας μάθῃ, τί καὶ βουλόμενοι παρεῖεν. 5.9ὡς δʼ ἔγνω τὴν ἔφοδον αὐτῶν Ῥαάβη, λίνου γὰρ ἀγκαλίδας ἐπὶ τοῦ τείχους ἔψυχε, τοὺς μὲν κατασκόπους εἰς ταύτας ἀποκρύπτει, τοῖς δὲ πεμφθεῖσιν ὑπὸ τοῦ βασιλέως ἔλεγεν, ὡς ξένοι τινὲς εἶεν ἀγνῶτες ὀλίγῳ πρότερον δῦναι τὸν ἥλιον παρʼ αὐτῇ δειπνήσαντες ἀπαλλαγεῖεν, οὓς εἰ φοβεροὶ τῇ πόλει δοκοῦσιν, κίνδυνον τῷ βασιλεῖ φέροντες ἧκον, ἀπόνως εἶναι λαβεῖν διωχθέντας. 5.10οἱ δὲ τῆς γυναικὸς οὕτως αὐτοὺς ὑπελθούσης οὐδένα ὑπονοήσαντες δόλον ἀπῆλθον οὐδʼ ἐρευνήσαντες τὸ καταγώγιον. ἐπεὶ δʼ ὁρμήσαντες καθʼ ἃς ἐνόμιζον αὐτοὺς μάλιστα τῶν ὁδῶν ἀπέρχεσθαι καὶ κατὰ τὰς εἰς τὸν ποταμὸν φερούσας οὐδενὶ γνωρίσματι περιετύγχανον, παύονται τοῦ πονεῖν. 5.11τοῦ δὲ θορύβου σταλέντος Ῥαάβη καταγαγοῦσα τοὺς ἄνδρας καὶ τὸν κίνδυνον εἰποῦσα, ὃν ὑπὲρ τῆς αὐτῶν ὑπέλθοι σωτηρίας, ἁλοῦσαν γὰρ ἀποκρύπτουσαν αὐτοὺς οὐκ ἂν διαφυγεῖν τὴν ἐκ τοῦ βασιλέως τιμωρίαν, ἀλλὰ πανοικὶ αὐτὴν ἀπολέσθαι κακῶς,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.4 Joseph. AJ 5.9 (English) >>Joseph. AJ 5.14

Powered by PhiloLogic